Add parallel Print Page Options

φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, ἐγένετο Ἰωάννης [a]ὁ βαπτίζων ἐν τῇ [b]ἐρήμῳ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται [c]πάντες, καὶ ἐβαπτίζοντο [d]ὑπ’ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. [e]καὶ ἦν ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἔσθων ἀκρίδας καὶ μέλι ἄγριον.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:4 WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:4 ἐρήμῳ WH ] + καὶ Treg NIV RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:5 πάντες καὶ ἐβαπτίζοντο WH Treg NIV ] καὶ ἐβαπτίζοντο πάντες RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:5 ὑπ᾽ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ WH Treg NIV ] ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾽ αὐτοῦ RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 1:6 καὶ ἦν WH Treg NIV ] Ἦν δὲ RP